Παρακλητικός Κανών εἰς τὸν Ὅσιον Πορφύριον τὸν Καυσοκαλυβίτην.
Ποίημα Ευαγγέλου Καραδήμου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῷ ὑπηρέτῃ τοῦ Χριστοῦ Πορφυρίῳ, χαριτωθέντι δωρεαῖς ἐξαισίαις, προσείπωμεν δεόμενοι ἐκ βάθους ψυχῆς· ἅγιε Πορφύριε, ταπεινῶν ὁ προστάτης, λύτρωσαι δεόμεθα, πατρικῇ σου πρεσβείᾳ, πάσης ἀνάγκης, νόσων καὶ δεινῶν, τοὺς αἰτουμένους τὴν χάριν τὴν θείαν σου.
Δόξα.
Εὐαρεστήσας τῷ Χριστῷ ἐν τῷ κόσμῳ, μετὰ Ἀγγέλων φωτεινῶν συγχορεύεις, μεθ’ ὧν τὸν αἶνον ἄληκτον προσφέρεις τῷ Θεῶ, ὅσιε Πορφύριε, μύστα τῶν ἀποῤῥήτων, ἀποκρύφων γνῶστά τε μυστηρίων βαθέων, ἃ διορᾶν σοι ἔδωκε Χριστός, βραβεύων, πάτερ, τὴν σὴν καθαρότητα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Που καταφύγω; Πορφυρίου σκέπῃ. Εὐαγγέλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, ὡς μεσίτῃ πρὸς τὸν Θεόν, εἰρήνευσον πάτερ τὴν ζωήν μου, καὶ παῦσον σάλον ἀθλίας καρδίας μου.
Ὁσίως ἀνύσας σου τὴν ζωήν, εὐχαῖς σου νῦν εὗρες, παῤῥησίαν πρὸς τὸν Θεόν, πρὸς ὃν μεσιτεύων ἀσθενοῦντας, ἴασαι, πάτερ, καὶ λύεις νοσήματα.
Ὑμνῶν τὸν Σωτῆρα ἐν οὐρανοῖς, φρουροῖς τὰς Μονάς σου, ἐν τῷ Ἄθω καὶ Ἀττικῇ, παρέχων τὴν χάριν τοῖς σοῖς τέκνοις, τοῦ ἐκνικᾶν τὰ δαιμόνων φρυάγματα.
Θεοτοκίον.
Καυσοκαλυβίων τὸν ἀθλητήν, καὶ τὴν Θεοτόκον ἀνυμνήσωμεν ἐν ᾠδαῖς, πρεσβεύειν αἰτοῦντες πρὸς Σωτῆρα καὶ βοηθεῖν ἐν κινδύνοις καὶ θλίψεσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀγαλλόμενοι πάντες ὡς ἐν χορῷ κράζομεν· σοῦ τοὺς ἄθλους, πάτερ, αἰνοῦντες καὶ τοὺς ἀγῶνάς σου κατὰ τοῦ ἄρχοντος, τῶν ἀκαθάρτων πνευμάτων, οὗ μανίας Ὅσιε, σῷζε ὑμνοῦντάς σε.
Ταπεινώσεως ἄκρας, ὑπακοῆς πρότυπον, ὄντως ἀσκουμένων ἐγένου, ὄρει ἐν Ἄθωνι καὶ εἰς τὴν Εὔβοιαν, ἐν τῇ Μονῇ Χαραλάμπους· ὅθεν χάριν ἔλαβες, πλήττειν τοὺς δαίμονας.
Ἀποῤῥήτων τὸν μύστην, θαυματουργὸν Ὅσιον, πάσης Ἀττικῆς τὸν προστάτην πάντες δοξάσωμεν, ὕμνοις ἐξαίροντες, τῶν χαρισμάτων τὸ πλῆθος, δι’ ὧν ὁ Παράκλητος τοῦτον ἐκόσμησε.
Θεοτοκίον.
Φυλακτήριον πάντων ἀπὸ δεινῶν θλίψεων, σὺ ὑπάρχεις μόνη Παρθένε, φρούρει ὑμνοῦντάς σε, ἐν τῷ ἐλέει σου, πρεσβείαις τοῦ Ὁσίου, γέροντος Πορφυρίου, τοῦ ἐλεήμονος.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου, θεῖε Πάτερ, τοὺς τὴν σὴν ἐν δεινοῖς αἰτοῦντας βοήθειαν, καὶ δίωξον ἄγχος καὶ ἀκηδίαν.
Eπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Φυλάξαι ἡμᾶς δεόμεθα ἐκ θλίψεων, τηρῆσαι πιστοὺς τῇ πίστει τοῦ Χριστοῦ ἡμῶν, Πορφύριε ὅσιε, τῆς Εὐβοίας ἅγιον βλάστημα, τῆς Ἐκκλησίας καύχημα σεπτὸν καὶ πάντων Ὁσίων ἐγκαλλώπισμα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὑψωθεὶς ἐν παλαίσμασι, πρὸς τὸν φθονερὸν τῶν ἀνθρώπων τύραννον, θεῖον στέφος πάτερ ἔλαβες, νικητὴς προβὰς ὡς ὡραιότατος.
Γέρας πόνοις σου δέδοται, τὸ διερμηνεύειν σε τὰ μυστήρια, καὶ τὰ μέλλοντα προβλέπειν σε, καὶ ἰᾶσθαι πάντα τὰ νοσήματα.
Ὦ καινὰ καὶ θαυμάσια, τὰ τῆς χάριτί σου τερατουργούμενα! Ποίοις λόγοις ὕμνους πλέξω σοι; Δειλιῶ, ὦ πάτερ καὶ ἐξίσταμαι.
Θεοτοκίον.
Παναγία μου Δέσποινα, τῶν Ἀγγέλων θαῦμα τὸ ἀκατάληπτον, ὑμνῳδεῖν σε καταξίωσον, τοῦ Σωτῆρος πάντων τὴν γεννήτριαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλων ὁ πατὴρ καὶ προστάτης ὄντως γέγονας, θλιβομένων ἐν ζωῇ ἡ χαρμονή, ὡς παρέχων πᾶσι θείαν προστασίαν σου.
Ῥῶσιν ἐν δεινοῖς σε, Πορφύριε, κεκτήμεθα, σοι προσφεύγοντες θερμαῖς ἐν προσευχαῖς, ὡς μεσίτῃ πρὸς Θεὸν τὸν πανοικτίρμονα.
Φύλαξον ἡμᾶς, τοὺς τιμῶντάς σε Πορφύριε, χορηγῶν τῆς μαρτυρίας τοῦ Χριστοῦ, τὴν προαίρεσιν καὶ ζέσιν θείας πίστεως.
Θεοτοκίον.
Ὕμνον σοι, Ἁγνή, εὐφροσύνως ἀναμέλπομεν, τῶν Ἀγγέλων οὖσαν ὄντως γλυκασμόν· καὶ πικρίαν Εὔας λύσασαν τῷ τόκῳ σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥωννύμεθα ταῖς εὐχαῖς σου, Ὅσιε, καὶ ψυχὰς εἰς οὐρανοὺς ἀνυψοῦμεν, ὑπομονὴν καὶ ἀνδρείαν πλουτοῦντες, ἐν πειρασμοῖς καὶ δειναῖς ἐπιθέσεσι, Πορφύριε, πάτερ ἡμῶν· ὅθεν πάντες κοινῇ ἀνυμνοῦμέν σε.
Ἰώμενος πᾶσαν νόσον Ὅσιε, ἀγαπᾶν ἡμᾶς Σωτῆρα κελεύεις ὄλῃ ψυχῇ καὶ νοῒ καὶ καρδίᾳ, καὶ πρὸς Αὐτὸν ἀναπέμπειν τὴν δέησιν, ὅτι Αὐτὸς προνοητὴς καὶ ἡμῶν ἀντιλήπτωρ γεγένηται.
Ὁλόφωτος ἡ σεπτή σου Ὅσιε, κεφαλή, χάριτι θείᾳ ἐφάνη τὸν θεῖον μύστην Χριστοῦ προδηλοῦσα τῇ προσελθούσῃ γυνὴ πρὸς προσκύνησιν, πληρώσασα ἐκ θαυμασμοῦ τὴν ψυχὴν ταύτης, μάκαρ Πορφύριε.
Θεοτοκίον.
Ὑμνοῦντές σε, Θεοτόκε ἄχραντε, τὰς ψυχὰς ἡμῶν γαλήνης πληροῦμεν, τῇ τοῦ Υἱοῦ σου ἀγάπη θαῤῥοῦντες καὶ μητρικαῖς σου πρεσβείαις ἐλπίζοντες, δεόμενοι ἐπιτυχεῖν Παραδείσου τερπνοῦ ἀπολαύσεως.
Διάσωσον, ἀπὸ κινδύνων Πορφύριε, σοὺς ἱκέτας, καὶ παράσχου τῇ σῇ Μονῇ βοήθειαν, Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Στεναζόντων πάντων ἡ παράκλησις γέγονας, κλονουμένων ἐν πίστει, τοῖς θαύμασι στήριγμα. Ὅθεν πάντες πρὸς τὴν σὴν χάριν σπεύδομεν πιστοὶ πολλῆς δέξασθαι σὴς ἀρωγῆς ἐν τῷ πελάγει τῆς ζωῆς καὶ τῇ ζάλῃ τῶν θλίψεων. Δίδου ἡμῖν ὑγίειαν, ψυχῆς τε τὴν εὐρωστίαν, εὐχαῖς σου πάτερ πρὸς Θεόν, ἱκετεύομεν οἱ δοῦλοί σου.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις αὐτοῦ τοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. ια΄ 27 – 30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Καυσοκαλυβίων τε τοῦ ὄρους Ἄθωνος μύστην, μοναχῶν τὸ σέμνωμα, ἱερέων πάντιμον ἐγκαλλώπισμα, ἰατρὸν ἄριστον, ὀρφανῶν πατέρα, τῶν πιπτόντων σε ἀνόρθωσιν ἔγνωμεν, Ὅσιε, καὶ τῶν δαιμονόντων τὴν λύτρωσιν, γαλήνης ἡμῖν πρόξενον, καὶ χαρᾶς μεγάλης τὸν αἴτιον. Ὅθεν σοι βοῶμεν· μὴ παύσῃ ἐπισκέπτεσθαι ἡμᾶς, ἰᾶσθαι πάτερ Πορφύριε, καὶ φυλάττειν δούλους σου.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄.Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν ἁπλότητι ὅλην, τὴν ζωήν σου διῆλθες, καὶ ὑπηρέτησας Θεῷ τε καὶ ἀνθρώποις, νυκτός τε καὶ ἡμέρας προσευχόμενος, Ὅσιε, καὶ φέρων πόνους ἡμῶν, Πορφύριε, παμμάκαρ.
Πατρικήν σου πρεσβείαν, ἐκζητοῦμεν, τρισμάκαρ, πρὸς τὸν Θεὸν ἡμῶν, ἵνα διασωθῶμεν κινδύνων καὶ μανίας πονηροῦ πολεμήτορος, θαῤῥοῦντες πάτερ τῇ σῇ, μεγάλῃ εὐσπλαγχνίᾳ.
Ἠγαπήθης ὑφ’ ὅλων, ὡς ἀγάπην πηγάζων, καὶ πλημμυρῶν ἡμᾶς, πληγάς τε θεραπεύων, δαιμόνια ἐκβάλλων, καὶ ἐκ πόνων λυτρούμενος, παρέχων χάριν ἀεί, τοῖς αἰτουμένοις πᾶσι.
Θεοτοκίον.
Εὐγνωμόνως ὑμνοῦμέν σε, παρθένε καὶ Μῆτερ θεοχαρίτωτε, ὡς τέξασαν τῷ κόσμῳ Σωτῆρα ἀπειράνδρως καὶ Θεὸν πανοικτίρμονα, πρὸς ὃν πρεσβεύεις ἀεί, σωθῆναι τοὺς ἀνθρώπους.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπὲρ ὑγιείας καὶ σωτηρίας τοῦ κόσμου τὰς εὐχάς σου Χριστῷ σὺ προσάγεις, ὅθεν σε ὑμνοῦμεν, Πορφύριε θεόφρον.
Ἁμαρτιῶν μου, σὺ τὴν πληθὺν ἄφες Σῶτερ, Πορφυρίου θερμαῖς ἱκεσίαις, καὶ ἐν μετανοίᾳ, τὸν βίον μου παράσχου.
Γαλήνην δίδου, τρικυμιζούσῃ καρδίᾳ, τῶν δεινῶν τὰς ὀδύνας πραΰνων χάριτι σου πάτερ, καμνόντων εὐεργέτα.
Θεοτοκίον.
Γέγονας μήτηρ, ἐν παρθενίᾳ τελοῦσα, τὸν Θεὸν καὶ Σωτῆρα τεκοῦσα, ὃν ἐκδυσωποῦσα, κινδύνων σῴζεις πάντας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐλέησον ἱκέτας καὶ προσπίπτοντάς σοι τὴν εὐσπλαγχνίαν τὴν σὴν ἀναμένοντας, παρέχων χάριν, ὑγίειαν καὶ τὴν μετάνοιαν.
Λαλήσας ὁ κωφός σοι, τὴν εὐχαριστίαν, ὡς διὰ σοῦ σεσωσμένος προσέφερε, τῶν συγγενῶν θαυμαζόντων, καὶ προσκυνούντων σε.
Ὁ νέος ἐν Ὁσίοις, καταπλήττεις πάντας τερατουργίαις σου πάτερ Πορφύριε, ἑλκύσας ἄνωθεν χάριν, τῇ ταπεινώσει σου.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, κεχαριτωμένη, ὡς τὴν ἐλπίδα τῷ κόσμῳ δωρήσασαν, τεκοῦσα πᾶσι Σωτῆρα Θεὸν καὶ ἄνθρωπον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Χαίροις τῶν Ὁσίων ἡ καλλονὴ καὶ τῶν ἀσκουμένων ὁδηγὸς καὶ ὑπογραμμός, χαίροις ἱερέων τὸ στέφος καὶ ἡ δόξα, Πορφύριε τρισμάκαρ, Ἄθωνος καύχημα.
Ψάλλομέν σου πάτερ τὰς ἀρετάς, ταπεινοφροσύνην, καὶ τὴν ἄκραν ὑπακοήν, τὴν διάκρισιν τε ἁπλότητα ἁγνείαν, ἀγάπης σου τὸ εὖρος, τὸ ἀπροσμέτρητον.
Ὡς παιδίον γέγονας τῇ ψυχῇ, ἀμνησικακίαν, καὶ ἁπλότητα ἐνδυθείς, θείων χαρισμάτων τὸν πλοῦτον ἀποκρύπτων, τῇ ἀκενοδοξίᾳ πολιτευόμενος.
Διορατικῶν ἦσθα κορυφή, Προφητῶν μεγάλων πλησιέστατος συγγενής, ἰαματικῶν τε συνόμιλος Ἁγίων, Πορφύριε ἐδείχθης, Ἄθωνος κόσμημα.
Τῆς Ἀποκαλύψεως θεωρός, τῆς πρὸς Ἰωάννην, ἐν τῇ Πάτμῳ σὺ γεγονώς, ὤφθης μύστης μέγας, τῶν θείων μυστηρίων, τὰ Χερουβεὶμ ἐγγίσας τῇ ταπεινώσει σου.
Ναυαγῶν τοῦ βίου ὤφθης λιμήν, καὶ τῶν θλιβομένων, ἡ παράκλησις ἡ θερμή, τῶν ἀπολωλότων ποιμὴν τῆς Ἐκκλησίας, καὶ κρήνη ἰαμάτων τῆς θείας χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον. Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτικόν. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Εὐβοίας τὸν γόνον, Οἰκουμένης ἀγλάισμα, τῆς θεολογίας τὸν μύστην, καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς· Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσι τοῖς τιμῶσιν εὐλαβῶς ἱερὰν τὴν μνήμην σου, πάτερ, καὶ δεομένοις πιστῶς, δώρησαι τὴν ἴασιν παθῶν, Πορφύριε· καὶ κινδύνων καὶ θλίψεων, καὶ ζάλης τοῦ κόσμου λύτρωσαι πρεσβείαις σου τοὺς σοὶ προστρέχοντας· ἔχεις γὰρ πολλὴν παῤῥησίαν, ὡς Χριστοῦ θεράπων καὶ φίλος, μεσιτεύειν Ὄσιε, πρὸς Κύριον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Δίστιχον·
Πορφύριε, φύλαττε θερμαῖς εὐχαῖς σου
Εὐάγγελον μέλψαντα θαυμάσιά σου.